Ὁμολογία Δοσιθέου
Πιστεύομεν τὴν θείαν καὶ ἰερὰν γραφὴν εἶναι θεοδίδακτον, καὶ διὰ τοῦτο ταύτῃ ἀδιστάκτως πιστεύειν ὀφείλομεν, οὐκ ἄλλως μέντοι ἀλλ᾿ ἢ ὡς ἡ καθολικὴ ἐκκλησία ταύτην ἡρηήνευσε καὶ παρὲδωκεν. Πᾶσα γὰρ αἱρετικῶν βδελυρία δέχεται μὲν τὴν θείαν γραφὴν, παρεξηγεῖται δ᾿ αὐτὴν μεταφοραῖς καὶ ὁμωνυμίαις καὶ σοφὶσμασι σοφίας ἀνθρωπίνης χρωμένη, συγχέουσα τὰ ἀσύγχυτα καὶ παίζουσα ἐν οὐ παικτικοῖς. Ἄλλως γὰρ ἂν, ἄλλου ἄλλην ὁσημέραι περὶ αὐτῆς γνώμην ἐσχηκότος, οὐκ ἂν εἴη ἡ καθολική ἐκκλησία Χριστοῦ χάριτι ἕως τῆς σήμερον ἐκκλησία, μίαν γνώμην ἔχουσα περὶ πίστεως καὶ ἀεὶ ὡσαύτως καὶ ἀπαρασαλεύτως πιστεύουσα· ἀλλ᾿ ἐσχίσθη ἂν εἰς μύρια, καὶ αἱρέσεσιν ὑπέκειτο· καὶ μηδ᾿ ἦν ἡ ἐκκλησία ἁγία στύλη καὶ ἑδραίωμα τῆς ἀληθείας, ἄσπιλός τε καὶ ῥυτίδος χωρὶς, ἀλλ᾿ ἡ ἐκκλησία πονηρευομένων, ὡς φαίνεται γεγονυῖα ἀναμφιβόλως ἡ τῶν αἱρετικῶν καὶ μάλιστα τῶν ἀπο Καλουΐνου, οἳ οὐκ αἰσχύνονται παρὰ τῆς ἐκκλησίας μανθάνειν, ἔπειτα ταύτην πονηρῶς ἀποκρούεσθαι· ὅθεν καὶ τὴν τῆς καθολικῆς ἐκκλησίας μαρτυρίαν οὐχ ἦττον τῆς ἣν κέκτηται ἡ θεία γραφὴ εἶναι πιστεύομεν. Ἐνὸς γὰρ καὶ τοῦ αὐτοῦ ἁγίου πνεύματος ὄντος ἀμφοτέρων δημιουργοῦ, ἶσόν ἐστι πάντως ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῆς καθολικῆς ἐκκλησίας διδάσκεσθαι. Ἔπειτα ἄνθρωπον μὲν ὅντινα οὖν λαλοῦντα ἀφ᾿ ἑαυτοῦ ἐνδέχεται ἁμαρτῆσαι καὶ ἀπατῆσαι καὶ ἀπατηθῆναι· τὴν δὲ καθολικὴν ἐκκλησίαν ὡς μηδέποτε λαλήσασαν ἢ λαλοῦσαν ἀφ᾿ ἑαυτῆς ἀλλ᾿ ἐκ τοῦ πνεύματος τοῦ Θεοῦ, ὃ καὶ διδάσκαλον ἀδιαλείπτως πλουτεῖ εἰς τὸν αἰῶνα, ἀδύνατον πάντῃ ἁμερτῆσαι ἢ ὅλως ἀπατῆσαι καὶ ἀπατηθῆναι· ἀλλ᾿ ἔστιν ὡσαύτως τῇ θείᾳ γραφῇ ἀδιάπτωτος καὶ ἀένναον κῦρος ἔχουσα.